Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.173 Joseph. AJ 8.176 (English) >>Joseph. AJ 8.181

8.175ἀντεδωρήσατο δʼ αὐτὴν καὶ Σολόμων πολλοῖς ἀγαθοῖς καὶ μάλισθʼ ὧν κατʼ ἐπιθυμίαν ἐξελέξατο· οὐδὲν γὰρ ἦν, τι δεηθείσῃ λαβεῖν οὐ παρέσχεν, ἀλλʼ ἑτοιμότερον ὧν αὐτὸς κατὰ τὴν οἰκείαν ἐχαρίζετο προαίρεσιν ἅπερ ἐκείνη τυχεῖν ἠξίου προϊέμενος τὴν μεγαλοφροσύνην ἐπεδείκνυτο. καὶ μὲν τῶν Αἰγυπτίων καὶ τῆς Αἰθιοπίας βασίλισσα ὧν προειρήκαμεν τυχοῦσα καὶ μεταδοῦσα πάλιν τῷ βασιλεῖ τῶν παρʼ αὐτῆς εἰς τὴν οἰκείαν ὑπέστρεψε. 8.176

Κατὰ δὲ τὸν αὐτὸν καιρὸν κομισθέντων ἀπὸ τῆς χρυσῆς καλουμένης γῆς λίθου πολυτελοῦς τῷ βασιλεῖ καὶ ξύλων πευκίνων, τοῖς ξύλοις εἰς ὑποστήριγμα τοῦ τε ναοῦ καὶ τῶν βασιλείων κατεχρήσατο καὶ πρὸς τὴν τῶν μουσικῶν ὀργάνων κατασκευὴν κινύρας τε καὶ νάβλας, ὅπως ὑμνῶσιν οἱ Ληουῖται τὸν θεόν· πάντων δὲ τῶν ποτε κομισθέντων αὐτῷ τὰ κατʼ ἐκείνην τὴν ἡμέραν ἐνεχθέντα καὶ μεγέθει καὶ κάλλει διέφερεν. 8.177ὑπολάβῃ δὲ μηδείς, ὅτι τὰ τῆς πεύκης ξύλα τοῖς νῦν εἶναι λεγομένοις καὶ ταύτην ὑπὸ τῶν πιπρασκόντων τὴν προσηγορίαν ἐπὶ καταπλήξει τῶν ὠνουμένων λαμβάνουσίν ἐστι παραπλήσια. ἐκεῖνα γὰρ τὴν μὲν ἰδέαν ἐμφερῆ τοῖς συκίνοις γίνεται, λευκότερα δέ ἐστι καὶ στίλβει πλέον. 8.178τοῦτο μὲν πρὸς τὸ μηδένα τὴν διαφορὰν ἀγνοῆσαι μηδὲ τὴν φύσιν τῆς ἀληθοῦς πεύκης, ἐπεὶ διὰ τὴν τοῦ βασιλέως χρείαν ἐμνήσθημεν αὐτῆς, εὔκαιρον εἶναι καὶ φιλάνθρωπον δηλῶσαι νομίσαντες εἰρήκαμεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.173 Joseph. AJ 8.176 (English) >>Joseph. AJ 8.181

Powered by PhiloLogic